Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.75 Joseph. AJ 6.80 (English) >>Joseph. AJ 6.84

6.78τῶν δὲ διʼ εὐλάβειαν τῆς κατεπηγγελμένης ζημίας εἰς τὸν ὡρισμένον καιρὸν συνελθόντων ἐξαριθμεῖται ἐν Βαλᾶ τῇ πόλει τὸ πλῆθος· εὑρίσκει δὲ τὸν ἀριθμὸν χωρὶς τῆς Ἰούδα φυλῆς εἰς ἑβδομήκοντα μυριάδας συνειλεγμένους, τῆς δὲ φυλῆς ἐκείνης ἦσαν μυριάδες ἑπτά. 6.79διαβὰς δὲ τὸν Ἰόρδανον καὶ σχοίνων δέκα διʼ ὅλης τῆς νυκτὸς ἀνύσας ὁδὸν φθάνει μὲν ἥλιον ἀνίσχοντα, τριχῇ δὲ τὸ στράτευμα διελὼν ἐπιπίπτει πανταχόθεν αἰφνιδίως οὐ προσδοκῶσι τοῖς ἐχθροῖς, καὶ συμβαλὼν εἰς μάχην ἄλλους τε πολλοὺς ἀποκτείνει τῶν Ἀμμανιτῶν καὶ Ναάσην τὸν βασιλέα. 6.80τοῦτο λαμπρὸν ἐπράχθη τῷ Σαούλῳ τὸ ἔργον καὶ πρὸς πάντας αὐτὸν διήγγειλε τοὺς Ἑβραίους ἐπαινούμενον καὶ θαυμαστῆς ἀπολαύοντα δόξης ἐπʼ ἀνδρείᾳ· καὶ γὰρ εἴ τινες ἦσαν οἳ πρότερον αὐτοῦ κατεφρόνουν, τότε μετέστησαν ἐπὶ τὸ τιμᾶν καὶ πάντων ἄριστον νομίζειν· οὐ γὰρ ἤρκεσεν αὐτῷ τοὺς Ἰαβισηνοὺς σεσωκέναι μόνον, ἀλλὰ καὶ τῇ τῶν Ἀμμανιτῶν ἐπιστρατεύσας χώρᾳ πᾶσαν αὐτὴν καταστρέφεται καὶ πολλὴν λαβὼν λείαν λαμπρὸς εἰς τὴν οἰκείαν ὑπέστρεψεν. 6.81 δὲ λαὸς ὑφʼ ἡδονῆς τῶν Σαούλῳ κατωρθωμένων ἔχαιρε μὲν ὅτι τοιοῦτον ἐχειροτόνησε βασιλέα, πρὸς δὲ τοὺς οὐδὲν ὄφελος αὐτὸν ἔσεσθαι τοῖς πράγμασι λέγοντας ἐβόων· “ποῦ νῦν εἰσὶν οὗτοικαὶδότωσαν δίκηνκαὶ πάνθʼ ὅσα φιλεῖ λέγειν ὄχλος ἐπʼ εὐπραγίαις ἠρμένος πρὸς τοὺς ἐξευτελίζοντας ἔναγχος τοὺς τούτων αἰτίους.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.75 Joseph. AJ 6.80 (English) >>Joseph. AJ 6.84

Powered by PhiloLogic